Iliade/Libro I: differenze tra le versioni

Contenuto cancellato Contenuto aggiunto
Nessun oggetto della modifica
Nessun oggetto della modifica
Riga 7:
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν</br>
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν</br>
5 οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή, 5</br>
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε</br>
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.</br>
 
"''Canta, o dea, l'ira rovinosa di Achille Pelide, la quale portò agli Achei infiniti dolori, e mandò all'Ade molte anime valorose di eroi, e li diede in pasto ai cani e a tutti gli uccelli; si compiva il volere di Zeus, da quando per la prima volta si contrapposero in lite l'Atride signore di uomini e l'illustre Achille.''"</br>
</br>
'''1.'''</br>
</br>
</br>
Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;</br>
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς</br>
10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,</br>
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα</br>
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</br>
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,</br>
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος</br>
15 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</br>
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·</br>
«Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,</br>
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες</br>
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι·</br>
20 παῖδα δ᾿ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾿ ἄποινα δέχεσθαι,</br>
ἁζόμενοι Διὸς υἱὸν ἑκηϐόλον Ἀπόλλωνα.»</br>
 
""</br>
</br>
'''1.'''</br>
</br>
</br>
Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</br>
αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</br>
ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</br>
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε·</br>
«Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω</br>
ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα,</br>
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·</br>
τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν</br>
30 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,</br>
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·</br>
ἀλλ᾿ ἴθι, μή μ᾿ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.»</br>
 
Ὣς ἔφατ᾿, ἔδεισεν δ᾿ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·</br>
βῆ δ᾿ ἀκέων παρὰ θῖνα πολυφλοίσϐοιο θαλάσσης·</br>
35 πολλὰ δ᾿ ἔπειτ᾿ ἀπάνευθε κιὼν ἠρᾶθ᾿ ὃ γεραιὸς</br>
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·</br>
«Κλῦθί μευ ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιϐέϐηκας</br>
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,</br>
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾿ ἐπὶ νηὸν ἔρεψα,</br>
40 ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα</br>
ταύρων ἠδ᾿ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</br>
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.»</br>
 
Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖϐος Ἀπόλλων,</br>
βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</br>
45 τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</br>
ἔκλαγξαν δ᾿ ἄρ᾿ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο,</br>
αὐτοῦ κινηθέντος· ὃ δ᾿ ἤϊε νυκτὶ ἐοικώς.</br>
ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκε·</br>
δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο·</br>
50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</br>
αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</br>
βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.</br>
 
Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,</br>
τῇ δεκάτῃ δ᾿ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·</br>
55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·</br>
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.</br>
οἳ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,</br>
τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</br>
 
«Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω</br>
60 ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,</br>
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·</br>
ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα</br>
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν,</br>
ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖϐος Ἀπόλλων,</br>
65 εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται ἠδ᾿ ἑκατόμϐης,</br>
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων</br>
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.»</br>
 
Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη</br>
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾿ ἄριστος,</br>
70 ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα,</br>
καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω</br>
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖϐος Ἀπόλλων·</br>
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</br>
 
«Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι</br>
75 μῆνιν Ἀπόλλωνος ἑκατηϐελέταο ἄνακτος·</br>
τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον</br>
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·</br>
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων</br>
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·</br>
80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·</br>
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,</br>
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,</br>
ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.»</br>
 
Tὸν δ᾿ ἀπαμειϐόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</br>
85 «Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·</br>
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν</br>
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,</br>
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο</br>
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει</br>
90 συμπάντων Δαναῶν, οὐδ᾿ ἢν Ἀγαμέμνονα εἴπῃς,</br>
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.»</br>
 
Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·</br>
«Οὔ τ᾿ ἄρ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται οὐδ᾿ ἑκατόμϐης,</br>
ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος ὃν ἠτίμησ᾿ Ἀγαμέμνων,</br>
95 οὐδ᾿ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾿ ἄποινα,</br>
τοὔνεκ᾿ ἄρ᾿ ἄλγε᾿ ἔδωκεν ἑκηϐόλος ἠδ᾿ ἔτι δώσει·</br>
οὐδ᾿ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</br>
πρίν γ᾿ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</br>
ἀπριάτην ἀνάποινον, ἄγειν θ᾿ ἱερὴν ἑκατόμϐην</br>
100 ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.»</br>
 
Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη</br>
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</br>
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι</br>
πίμπλαντ᾿, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</br>
105 Κάλχαντα πρώτιστα κάκ᾿ ὀσσόμενος προσέειπε·</br>
 
«Μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·</br>
αἰεί τοι τὰ κάκ᾿ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,</br>
ἐσθλὸν δ᾿ οὔτέ τί πω εἶπας ἔπος οὔτ᾿ ἐτέλεσσας·</br>
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</br>
110 ὡς δὴ τοῦδ᾿ ἕνεκά σφιν ἑκηϐόλος ἄλγεα τεύχει,</br>
οὕνεκ᾿ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾿ ἄποινα</br>
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</br>
οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προϐέϐουλα</br>
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</br>
115 οὐ δέμας οὐδὲ φυήν, οὔτ᾿ ἂρ φρένας οὔτέ τι ἔργα.</br>
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾿ ἄμεινον·</br>
βούλομ᾿ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</br>
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾿ ἑτοιμάσατ᾿ ὄφρα μὴ οἶος</br>
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·</br>
120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.»</br>
 
Tὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</br>
«Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,</br>
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;</br>
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·</br>
125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,</br>
λαοὺς δ᾿ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾿ ἐπαγείρειν.</br>
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ</br>
τριπλῇ τετραπλῇ τ᾿ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς</br>
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.»</br>
 
130 Τὸν δ᾿ ἀπαμειϐόμενος προσέφη κρείων Ἀγαμέμνων·</br>
«Μὴ δ᾿ οὕτως ἀγαθός περ ἐὼν, θεοείκελ᾿ Ἀχιλλεῦ,</br>
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.</br>
ἦ ἐθέλεις ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾿ αὔτως</br>
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾿ ἀποδοῦναι;</br>
135 ἀλλ᾿ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</br>
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</br>
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</br>
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</br>
ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.</br>
140 ἀλλ᾿ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,</br>
νῦν δ᾿ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,</br>
ἐν δ᾿ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾿ ἑκατόμϐην</br>
θείομεν, ἂν δ᾿ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον</br>
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,</br>
145 ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</br>
ἠὲ σὺ, Πηλεΐδη, πάντων ἐκπαγλότατ᾿ ἀνδρῶν,</br>
ὄφρ᾿ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.»</br>
 
Tὸν δ᾿ ἄρ᾿ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</br>
«Ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,</br>
150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</br>
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</br>
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾿ ἤλυθον αἰχμητάων</br>
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·</br>
οὐ γὰρ πώποτ᾿ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,</br>
155 οὐδέ ποτ᾿ ἐν Φθίῃ ἐριϐώλακι βωτιανείρῃ</br>
καρπὸν ἐδηλήσαντ᾿, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ</br>
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·</br>
ἀλλὰ σοί, ὦ μέγ᾿ ἀναιδὲς, ἅμ᾿ ἑσπόμεθ᾿ ὄφρα σὺ χαίρῃς,</br>
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,</br>
160 πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ᾿ ἀλεγίζεις·</br>
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,</br>
ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.</br>
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾿ Ἀχαιοὶ</br>
Τρώων ἐκπέρσωσ᾿ εὖ ναιόμενον πτολίεθρον·</br>
165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο</br>
χεῖρες ἐμαὶ διέπουσ᾿· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,</br>
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾿ ὀλίγον τε φίλον τε</br>
ἔρχομ᾿ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.</br>
νῦν δ᾿ εἶμι Φθίηνδ᾿, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</br>
170 οἴκαδ᾿ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾿ ὀΐω</br>
ἐνθάδ᾿ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.»</br>
 
Τὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</br>
«Φεῦγε μάλ᾿, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾿ ἔγωγε</br>
λίσσομαι εἵνεκ᾿ ἐμεῖο μένειν· πάρ᾿ ἔμοιγε καὶ ἄλλοι</br>
175 οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.</br>
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·</br>
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·</br>
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾿ ἔδωκεν·</br>
οἴκαδ᾿ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι</br>
180 Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾿ ἐγὼ οὐκ ἀλεγίζω,</br>
οὐδ᾿ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·</br>
ὡς ἔμ᾿ ἀφαιρεῖται Χρυσηΐδα Φοῖϐος Ἀπόλλων,</br>
τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾿ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</br>
πέμψω, ἐγὼ δέ κ᾿ ἄγω Βρισηΐδα καλλιπάρῃον</br>
185 αὐτὸς ἰὼν κλισίηνδὲ, τὸ σὸν γέρας, ὄφρ᾿ ἐῢ εἰδῇς</br>
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</br>
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.»</br>
 
 
 
{{capitolo